Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.30 Dem. 20.33 (English) >>Dem. 20.35

20.31ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι πλείστῳ τῶν πάντων ἀνθρώπων ἡμεῖς ἐπεισάκτῳ σίτῳ χρώμεθα. πρὸς τοίνυν ἅπαντα τὸν ἐκ τῶν ἄλλων ἐμπορίων ἀφικνούμενον ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων ἐστίν. εἰκότως· οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίγνεται, ἀλλὰ διὰ τὸ κύριον ὄντα τὸν Λεύκωνʼ αὐτοῦ τοῖς ἄγουσιν Ἀθήναζε ἀτέλειαν δεδωκέναι, καὶ κηρύττειν πρώτους γεμίζεσθαι τοὺς ὡς ὑμᾶς πλέοντας. ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ καὶ τοῖς παισὶ τὴν ἀτέλειαν ἅπασι δέδωκεν ὑμῖν. 20.32τοῦτο δʼ ἡλίκον ἐστὶ θεωρήσατε. ἐκεῖνος πράττεται τοὺς παρʼ αὑτοῦ σῖτον ἐξάγοντας τριακοστήν. αἱ τοίνυν παρʼ ἐκείνου δεῦρʼ ἀφικνούμεναι σίτου μυριάδες περὶ τετταράκοντʼ εἰσί· καὶ τοῦτʼ ἐκ τῆς παρὰ τοῖς σιτοφύλαξιν ἀπογραφῆς ἄν τις ἴδοι. οὐκοῦν παρὰ μὲν τὰς τριάκοντα μυριάδας μυρίους δίδωσι μεδίμνους ἡμῖν, παρὰ δὲ τὰς δέκα ὡσπερανεὶ τρισχιλίους. 20.33τοσούτου τοίνυν δεῖ ταύτην ἀποστερῆσαι τὴν δωρειὰν τὴν πόλιν, ὥστε προσκατασκευάσας ἐμπόριον Θευδοσίαν, φασιν οἱ πλέοντες οὐδʼ ὁτιοῦν χεῖρον εἶναι τοῦ Βοσπόρου, κἀνταῦθʼ ἔδωκε τὴν ἀτέλειαν ἡμῖν. καὶ τὰ μὲν ἄλλα σιωπῶ, πόλλʼ ἂν ἔχων εἰπεῖν, ὅσʼ εὐεργέτηκεν ὑμᾶς οὗτος ἁνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι· ἀλλὰ πρωπέρυσιν σιτοδείας παρὰ πᾶσιν ἀνθρώποις γενομένης οὐ μόνον ὑμῖν ἱκανὸν σῖτον ἀπέστειλεν, ἀλλὰ τοσοῦτον ὥστε πεντεκαίδεκʼ ἀργυρίου τάλαντα, Καλλισθένης διῴκησε, προσπεριγενέσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.30 Dem. 20.33 (English) >>Dem. 20.35

Powered by PhiloLogic